Ancient Greek
SB 6 9466
Documentary Papyri, SB 6 9466
Not analysed yet
Ἡρωνείνῳ φροντιστῇ Θεαδελφείας παρὰ Σύρου. Σύρος Ἡρωνείνῳ τῷ φιλτάτῳ χαίρειν. πολλάκις σοι ἐνετειλάμην περὶ τῶν παιδίων Ποντικοῦ, τοῦ ἐν παρακαταθήκῃ ἔχειν, οὐ γάρ εἰσιν τῆς οἰκίας ἀλλότριοι, ὣς καὶ σὺ ἐπίστασαι. ὁ οὖν Διόσκορος ἠξίωσεν γράμματά σοι κομισθῆναι, ἵνα ἐν οἷς σου ἐὰν δεηθῇ, ἐπιδῷς σεαυτόν, ἐπεὶ καὶ ὁ κύριός μου Ἀπιανὸς ἡδέως ἔχει περὶ τούτου εἰς τὸ ἀπελθόντα αὐτὸν μαρτυρῆσαι περὶ τούτου. γ ἔτους Ἁθὺρ α. ἐρρῶσθαί σε ἐπεύχομαι, φίλτατε εἴ τι δὲ ἔχει ἐν τῇ μισθώσει, ὑπαρχθήτω αὐτῷ.