Ancient Greek
SB 6 9468
Documentary Papyri, SB 6 9468
Not analysed yet
παρὰ Ἀλυπίου. ἐπεὶ ἀνῆλθεν ὁ εἰρήναρχος Κάστωρ καὶ ἐνετινάγη οὐκ ὀλίγον ὑπὸ τοῦ ἀδελφοῦ μου Μαξίμου ἕνεκεν ὑμῶν, φρόντισον ἀναπέμψαι τοὺς ἀνθρώπους μετὰ τοῦ ἀργυρίου τοῦ ὀφειλομένου πάντως πρὸ τοῦ μηνιαίου· ἐγὼ γὰρ πολλὰ καμὼν ἠξίωσα αὐτὸν ὑπερθέσθαι τῆς ἡμέρας χάριτά μοι μεγάλην παρέχοντα· ἢ οὖν ἀνερχέσθωσαν ἢ ἑαυτοὺς αἰτιάσονται. ἐρρῶσθαί σε εὔχομαι. Ἡρωνείνῳ φροντιστῇ Θρασώ. ἔτους ιδ Χοιὰκ ι.