Ancient Greek
SB 6 9470
Documentary Papyri, SB 6 9470
Not analysed yet
παρὰ Ἀλυπίου. τεσσαράκοντα κτήνη ἀπέστειλα, ἵνα ἑκατὸν ἀρτάβας ἀναπέμψῃς, ἀφʼ ὧν συνωνήσατο διὰ σοῦ ὁ βοηθός μου Φίλιππος πυροῦ ἀρτάβας σ παραδοθησομένας Εὐδαίμονι, ὧν λόγον δώσει· καὶ τὰς ἄλλας οὖν πυροῦ ἀρτάβας ρ ἐν ἑτοίμῳ ἔχε, αὔριον γὰρ κτήνη ἀποστέλλω ἐπὶ αὐτάς. ἐρρῶσθαί σε εὔχομαι. Ἡρωνείνῳ φροντιστῇ Θρασώ. ἔτους ιγ Θὼθ κθ.