Ancient Greek
SB 6 9528
Documentary Papyri, SB 6 9528
Not analysed yet
……ει… ἥδομαι ἀκούων ὑμᾶς ἀκολούθως τοῖς τῆς ἱερωτάτης συγκλήτου δόγμασι καὶ τῇ τῶν πιστοτάτων στρατευμάτων πρὸς ἐμὲ ὁμονοίᾳ χαίρειν ἐπὶ τῷ παρειληφέναι με τὴν περὶ ὑμῶν πρόνοιαν· καὶ αὐτὸς δὲ ἐξ ἀρχῆς ἐξαίρετον σῴζων, ἄνδρες Ἀλεξανδρεῖς, τὴν πρὸς τὴν πόλιν ὑμῶν διάθεσιν προστίθημι τῇ προτέρᾳ μου γνώμῃ καὶ τὸν νῦν λόγον, ἐξ οὗ πάντα ἐλπίζειν ὀφείλετε τὰ κάλλιστα. ἀρχόμενος δὲ λέγων, ὅσα μὲν ἀπὸ παντ…