Ancient Greek
SB 6 9545 (18)
Documentary Papyri, SB 6 9545_18
Not analysed yet
διὰ Σαραπίωνος βοηθοῦ. διέγραψεν Καλασεῖρις Πατραμήθιος μητρὸς Θινπαχνοῦβις ὑπὲρ λαογραφίας τοῦ ἑνδεκάτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου κατὰ μέρος δραχμὰς δέκα ἑπτὰ ἡμιωβέλιον δεσμοφυλακίας ἡμιωβέλιον γίνονται δραχμαὶ ιζ ὀβολὸς. ἔτους ιβ Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Φαῶφι κδ.