Ancient Greek
SB 6 9550
Documentary Papyri, SB 6 9550
Not analysed yet
Ἰσιδώρῳ στρατηγῷ· …ρᾶς Σαραπίωνος μητρὸς …ερουτος, ἀπʼ Ὀξυρύγχων πόλεως ἀμφόδου Δεκάτης, καταγενόμενος ἐν Θώλθει Μέσης, ὡς ἐτῶν λϛ οὐλὴ ὀφρύι δεξιᾷ, εἰσδοθεὶς ὑπὸ τοῦ νυνὶ τῆς αὐτῆς Θώλθεως κωμογραμματέως εἰς …μοφυλακίαν· ὀμνύω Αὐτοκράτορα Καίσαρα Γάιον Ἀουίδιον Κάσσιον Σεβαστὸν πιστῶς ἀντιλήμψεσθαι τῆς δηλουμένης χρείας ἐμφανὴς ὢν καὶ ἐκτελέσειν ταύτην ἀμέμπτως ἐπὶ τὸν ὡρισμένον χρόνον· ἢ ἔνοχος εἴην τῷ ὅρκῳ· παρέσχον δὲ ἐμαυτοῦ ἐνγυητὴν …ἔτους α Αὐτοκράτορος Καίσαρος Γαίου Ἀουιδίου Κασσίου Σεβαστοῦ, Μεσορὴ α.