Ancient Greek
SB 6 9554 (3)
Documentary Papyri, SB 6 9554_3
Not analysed yet
Διδᾶτι λαογράφῳ κώμης Μενδῆτος παρὰ Σισόιτος τοῦ Ὀρσενούφεως τοῦ Σισόιτος μητρὸς Ταῦρις τῆς Νεμέσεως ἀπὸ κώμης Μενδῆτος. ὑπάρχει μοι ἐν τῇ κώμῃ ἥμισυ μέρος οἰκίας καὶ αὐλῆς ἐν ᾧ κατοικῶ καὶ ἀπογράφομαι ἐμαυτὸν καὶ τοὺς ἐμοὺς εἰς τὴν τοῦ διεληλυθότος θ ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφήν, καί εἰμι Σισόις ὁ προγεγραμμένος ἐτῶν με ἄσημος καὶ τὴν γυναῖκά μου Τεφερῶν Μύσθου τοῦ Παποντῶτος μητρὸς Τεναῦτος ἐτῶν λϛ ἄσημος καὶ τὰ ἐξ ἀμφοτέρων τέκνα Σισόις …ἐτῶν …ἄσημος Διόσκορος ἀδελφὸς τοῦ αὐτοῦ διδυμαγενὴς ἐτων αδ οὐλὴ ἀντικνημίῳ ἀριστερῷ Διόσκορος ἄλλος διδυμαγενὴς ἐτῶν ιδ ἄσημος. διὸ ἐπιδίδωμι …τὴν ἀπογραφήν. ἔτους ι Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Ἐπεὶφ κθ.