Ancient Greek
SB 6 9556
Documentary Papyri, SB 6 9556
Not analysed yet
βασιλεῖ Πτολεμαίωι χαίρειν Φαμῆς Πετενούριος· ἀδικοῦμαι ὑπὸ Δημητρίου· ἀποβιασάμενος γάρ με …ἐν τῶι σταθμῶι μου …πρόσταγμα οὔτε κατα …δόσιν τοῦ πατρός σου …δέομαι οὖν σου, βασιλεῦ, …ἀπεσταλμένοις …μὴ περιιδεῖν με κατα …ἀνακαλεσάμενον Δημήτριον …ἐπισκέψασθαι περὶ τούτων …του μὲν παρεληλυθότος χρόνου …τὸ ἐνοίκιον, περὶ δὲ …διαγνοῦναι καὶ ἀπο …ωι εἰσβιάσασθαι …βασιλεῦ, τὸν πάντων σωτῆρα, …ω… …εὐτύχει. ὑπόμνημα Νικοκλεῖ καὶ τοῖς χρηματισταῖς παρὰ Φαμῆτος τοῦ Πετενούριος περὶ τῆς ἐντεύξεως ἧς ἐνέβαλον κατὰ Δημητρίου τοῦ παρὰ Φανίου περὶ τοῦ ἐμοῦ σταθμοῦ ὃν ἀπεβιάζετό με. δόντος δέ μου τὴν ἔντευξιν αὐτῶι διὰ τοῦ παρʼ ὑμῶν ὑπηρέτου, κατέπλευσεν εἰς Ἀλεξάνδρειαν καὶ τὸν ἀνάπλουν πεποίηται καί φησιν αὐτὸν εἶναι ε…εμ…ε…ζισκε…η αὐτοῦ δηκετε…ι εἰς Ἡρακλέους πόλιν. δέομαι οὖν ὑμῶν, ἐπειδὴ φυγοδικεῖ, τὸ δίκαιόν μοι ἀποδοῦναι ὅπως ἐφʼ ὑμᾶς καταπεφευγὼς ὦ τοῦ δικαίου τετευχώς. ἔτους β Ἁθὺρ κδ. δόντων δὲ ἡμῶν τὸ ὑπόμνημα, γράφουσι τῶι Φανίαι ἀποστεῖλαι αὐτόν. παραγενομένου δʼ αὐτοῦ καὶ οὐ δυναμένου ἐπανορθ… …θηκεν αὐτῶι, παρεδόθη ἡμῖν ὁ σταθμός. καὶ οὐδεὶς ἐνῴκισται ἐν τῶι σταθμῶι ἀπʼ ἐκείνου ἀλλʼ ἡμεῖς. Δημήτριος δὲ ἐξητάσθη τοῦ μὴ γνῶσιν ἐκτεθῆναι ἀλλʼ ἐπʼ αὐτῶν διαλυθῆναι. ἔτους β Χοιὰχ κ. Τιμαίωι Πετενούριος ῥαβδοφόρου πύργος διώροφος, σταθμούχωι τὰ ἐπίγεια. Μελανθίωι Πετενούριος ῥαβδοφόρου πύργος διώροφος αὐλὴ πρόσθεμα οἴκημα ἐπίγεια, σταθμούχωι τὸ πρόσθεμα.