Ancient Greek
SB 6 9572
Documentary Papyri, SB 6 9572
Not analysed yet
Ἡρακλήωι λαογράφωι Κερκήσεως παρὰ Κρονίωνος τοῦ Ἁρυώτου οἰκοδόμου τῶν ἀπὸ τῆς κώμης Κερκήσεως καταγινομένου δὲ ἐν τῇ ὑπαρχούσῃ μοι οἰκίαι ἐν κώμῃ Τεβτύνει ἀπογράφομαι εἰς τὸν τοῦ ἐνεστῶτος η ἔτους Νέρωνος τοῦ κυρίου εἰκονισμὸν Κρονίων Ἁρυώτου μητρὸς Θασῶτος οἰκοδόμος ὡς ἐτῶν νβ οὐλὴ δακτύλωι δευτέρωι τῆς δεξιᾶς χειρὸς καὶ ὁ υἱός μου Κρονίων μητρὸς Ταορσεύως ἐτῶν γ Πατίων μητρὸς τῆς αὐτῆς …Ἀῦσις θυγάτηρ Θενσοκεῦς μητρὸς …ὡς ἐτῶν ια ἡ γυνή μου Ταόρσευς Πατίωνος μητρὸς Τεαπρῶτος ὡς ἐτῶν λ δουλικά μου σώματα …ωσεα…