Ancient Greek
SB 6 9574
Documentary Papyri, SB 6 9574
Not analysed yet
Λουκρήτιος ἔναρχος γυμνασίαρχος πρεσβυτέροις κώμης Σοκνοπαίου Νήσου χαίρειν. ἀπέσχον παρʼ ὑμῶν τὰ ἐπιβάλλοντα ὑμῖν ἄχυρα μηνῶν δύο τοῦ ἐνεστῶτος ἔτους δ χωροῦντα εἰς ὑπόκαυσιν τῶν μεγάλου γυμνασίου βαλανείων Φαρμοῦθι καὶ Πάχων.