Ancient Greek
SB 6 9588
Documentary Papyri, SB 6 9588
Not analysed yet
……συμφωνεῖσθαί με πρὸς τὴν ὑμετέραν μεγαλοπρέπειαν τῇ ὑπηρετήσει αὐτῇ μίαν διὰ μιᾶς εἰς ὅλον τὸν ἐνιαυτὸν ἀριθμούμενον ἀπὸ τῆς προγεγραμμένης ἡμέρας, ἐφʼ ὅσον χρόνον μισθωτὴς τυγχάνω, ὥστε παρέξαι με τὴν τοῦ πωμαρίου ὑπηρεσίαν μίαν διὰ μιᾶς καὶ τῶν διαφόρων δεμάτων ἑπτὰ καὶ τὴν κατὰ καιρὸν ὀπώραν καὶ μὴ ἀποτρέψαι τὴν εἰρημένην ὑπηρεσίαν, ἐφʼ ὅσον χρόνον ἔχω τὸ αὐτὸ πωμάριον. κυρία ἡ μίσθωσις ἐξ ὑπαρχόντων μου πάντων καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Μηνᾶς υἱὸς Ἀπωλλωνίου· συμφωνεῖ μοι αὕτη ἡ ὁμολογία, ὡς πρόκειται. …υἱὸς Λουκᾶ μαρτυρῶ. δι εμι πενυφιυ διʼ ἐμοῦ Πενούφιου. μίσθωσις πωμαρίου γενομένη ὑπὸ μεγαλοπρεπεστάτου κόμετος …