Ancient Greek
SB 6 9597
Documentary Papyri, SB 6 9597
Not analysed yet
…ῳ τῷ λαμπροτάτῳ κόμετι καὶ δουκὶ …προπολιτευόμενος ἔναρχος πρύτανις Ἡρακλέους πόλεως χαίρειν. …τῇ σῇ μεγαλονοίᾳ τὴν διακομιδὴν τῶν στρατιωτικῶν ἀννωνῶν …ων ἀπὸ τοῦ βουλευτηρίου τῆς ἡμετέρας πόλεως οἱ πλείους …ς λέγω δὴ ἔν τε κώμῃ Τοκῶει καὶ ἐν ἄλλαις κώμαις διακρούονται …λειτουργίας βουλευτικὰς τῷ μὴ παρίστασθαι ἐπὶ τῆς πόλεως καὶ ἐπεὶ …ἀννωνῶν ἀποστολῆς αὐτὸς ἐπιμελητῶν ἕνεκεν ἐνοχλούμενος …συνέχομαι ἐν τῷ δημοσίῳ λογιστηρίῳ, δέομαι τοῦ σοῦ μεγαλείου …αι πρὸς Ἡράκλειον τὸν τῆς ἐν τῷ Ἀρσινοίτῃ οὐιξιλλατίονος …τὰ νῦν ἐπὶ τοῦ ἡμετέρου νομοῦ πάντας τοὺς ἐν τῷ νομῷ βουλευτὰς …ἔν τε κώμῃ Τοκῶει καὶ ἐν ταῖς ἄλλαις κώμαις παραστῆσαι ἐπὶ τῆς πόλεως …μελλούσας αὐτοῖς λειτουργίας πρὸς τὸ μηδὲν ἐμπόδιον γίγνεσθαι τῶν στρατιωτικῶν ἀννωνῶν ἀποστολήν, κύριε. ἐρρῶσθαί σε εὔχομαι, κόμες καὶ δούξ, κύριε.