Ancient Greek
SB 6 9604 (18)
Documentary Papyri, SB 6 9604_18
Not analysed yet
Ἀντίοχος Κασσιανὸς καὶ οἱ σὺν αὐτῷ ἐπιτηρηταὶ ἱερᾶς πύλης Σοήνης διὰ Φανώφεως βοηθοῦ. διέγραψεν Παλαχῆμις Ἁρπαήσεως μητρὸς Σενπέρσης ὑπὲρ λαογραφίας τοῦ ιδ ἔτους Ἁδριανοῦ τοῦ κυρίου δραχμὰς δέκα ἑπτὰ ἡμιωβέλιον δεσμοφυλακίας ἡμιωβέλιον γίνονται δραχμαὶ ιζ ὀβολὸς μερισμοῦ ἀνακεχωρηκότων ιγ ἔτους Ἁδριανοῦ τοῦ κυρίου δραχμὴν μίαν ἡμιωβέλιον γίνεται δραχμὴ α ἡμιωβέλιον. ἔτους ιδ Ἁδριανοῦ τοῦ κυρίου Παχὼν ε. Ἀντίοχος Κασιανὸς σεσημείωμαι δραχμὰς δέκα ὀκτώ ὀβολὸν ἡμιωβέλιον γίνονται δραχμαὶ ιη ὀβολὸς ἡμιωβέλιον.