Ancient Greek
SB 6 9612
Documentary Papyri, SB 6 9612
Not analysed yet
Εὔβουλος Πτολεμαίου τοῦ καὶ Πετεσούχου καὶ Ἀνουβίων ὃς καὶ Νεκθνῖβις Πολέμωνος τοῦ καὶ Πολλούλιος, οἱ δύο Πέρσαι τῆς ἐπιγονῆς, μεμισθώμεθα εἰς ἔτη τρία ἀπὸ τοῦ τριακοστοῦ ἔτους, σὺν Ἀκουσιλάωι καὶ τῶι τούτου υἱῶι Νικαίωι, παρὰ Νουμηνίου τοῦ προεστηκότος τῶν Ἀσκληπιάδου τοῦ ἐπὶ τοῦ λογιστηρίου τοῦ κυρίου καὶ θεοῦ βασιλέως, γῆς ἀρούρας εἴκοσι ἢ ὅσαι ἐὰν ὦσι ἐπὶ τὸ πλεῖον, ἐν πέντε σφραγῖσι, περὶ Θεογονίδα ἐν τῇ λεγομένῃ Κοίλῃ, ἐκφορίου τοῦ παντὸς κατʼ ἔτος πυρῶν ἀρταβῶν ἑκατὸν ἑβδομήκοντα ,σὺν σπερμάτων ἀρτάβαις δεκαπέντε ,μέτρωι θεοῦ μεγάλου τῆς αὐτῆς κώμης Ἑρμοῦ, καθεσταμένων εἰς Ταλὶ ἀνυπολόγων παντὸς ὑπολόγου καὶ ἐξαιρέτων κατʼ ἔτος ἄμιος σπέρματος μίαν ἥμισυ · ἀναφυτεύσομεν δὲ ἄμιος τὸ τρίτον μέρος κατʼ ἔτος καὶ ἐγγυώμεθʼ ἀλλήλους εἰς ἔκτεισιν καὶ τὰ ἄλλα συνχωροῦμεν καθʼ ὅ τι προγέγραπται καὶ ἐπιτετάχαμεν τῶι συναλλαγματογράφωι καὶ τοῖς μάρτυσι καὶ τῶι πρὸς τῶι γραφίωι γράφειν. ἔγραψεν ὑπὲρ αὐτῶν Πτολεμαῖος Πτολεμαίου ἀξιωθεὶς, διὰ τὸ φάσκειν αὐτοὺς μὴ ἐπίστασθαι γράμματα. Ἀκουσίλαος Λυκόφρονος Πέρσης τῆς ἐπιγονῆς συνμεμίσθωμαι καὶ ἐγγυώμεθʼ ἀλλήλους εἰς ἔκτισιν καθότι προγέγραπται. Νικαῖος Ἀκουσιλάου Πέρσης τῆς ἐπιγονῆς συνμεμίσθωμαι καὶ ἐνγυώμεθα ἀλλήλους εἰς ἔκτισιν καθότι προγέγραπται.