Ancient Greek
SB 6 9625
Documentary Papyri, SB 6 9625
Not analysed yet
Σαραπίωνι τῷ καὶ Ἀγαθῷ Δαίμονι καὶ …ραω…ῃ ἐξηγητεύσασι βιβλιοφύλαξιν ἐγκτήσεων Ἀρσινοίτου παρὰ Θερμούθιος Ὀρσενούφεως τῶν ἀπὸ κώμης Τεπτύνεως μετὰ κυρίου Ἀνδρονείκου τοῦ Εὐτυχι… νος ἀπὸ ἀμφόδου Συριακῆς. παρακεχώρημαι κατὰ δημόσιον χρηματισμὸν τελειωθέντα τῇ ἐνεστώσῃ ἡμέρᾳ διὰ ἀρχείου ἐνθάδε περὶ κώμην Θεογονίδα ἥμισυ μέρος τρίτου μέρους ὅ ἐστιν ἕκτον μέρος κοινὸν καὶ ἀδιαίρετον κλήρου κατοικικοῦ ἀρουρῶν η ἢ ὅσων ἂν ὦσι ἐν α σφραγῖδι, παραχωρητικοῦ ἀργυρίου δραχμῶν ἑπτακοσίων παρὰ …Πρόκλου ἀπὸ ἀμφόδου Ταμείων τὴν παράθεσιν ποιησαμένης διʼ ὑμῶν. διὸ ἐπιδίδωμι εἰς τὸ τὴν παράθεσιν γενέσθαι ἀκολούθως ᾧ παρεθέμην ἀντιγράφῳ τῆς παραχωρήσεως. ὁπόταν γὰρ τὴν ἀπογραφὴν ποιῶμαι, ἀποδείξω ὡς ὑπάρχει καὶ ἔστι καθαρόν. εἰ δὲ φανείη ἑτέρῳ προσῆκον ἢ προκατεσχημένον διὰ τοῦ βιβλιοφυλακίου, μὴ ἔσεσθαι ἐμπόδιον ἐκ τῆσδε τῆς παραθέσεως. …