Ancient Greek
9699.12.277 to 9699.14.313
Documentary Papyri, SB 8 9699.12.277-9699.14.313
Not analysed yet
ἀντλοῦσιν εἰς τὸ χωρίον Ἀμβρύων Ὧρος Ὥροῦ καὶ Ἁρπαῆσις καὶ Φῖβις ιη πυροβολοῦσιν ἐν ταῖς ἐκ τοῦ Ἀπολλωνίου πρότερον Τρυχᾶτος ἀρούραις ε β…το …ζεύγη β ἐκ δραχμῶν η ἀργυρίου δραχμαὶ ιϛ καὶ βωλοκοποῦσιν ἐν ταῖς αὐταῖς ἀρούραις καὶ καθαίρουσι θρύα παῖδες ε τιμῆς τριωβόλου τὸ 𐅵δραχμὴ α ὀβολὸς ἡμιωβέλιον θρυοτίλλουσι σκαφείοις ἐν ταῖς πρότερον Οὐλήμιος ἀρούραις β παῖδες ε δραχμαὶ β τριώβολον ἀντλοῦσιν εἰς τὸ χωρίον Ἀμβρύων Ὧρος Ὥρου καὶ Ἁρπαῆσις καὶ Φῖβις ἀνηλώματα ἀργυρίου δραχμαὶ κη τριώβολον καὶ χαλκοῦ δραχμαὶ ϛ ὀβολὸς ἡμιωβέλιον ιθ πυροβολοῦσιν ἐν Ἡδύλου ἀρούραις β δ ζεύγη β ἐκ η ἀργυρίου δραχμαὶ ιϛ μισθὸς ἄλλου ἐργάτου ὄντος σὺν ἡμῖν τετρώβολον …ωρογρ ἐν ταῖς πρότερον Τρυχᾶτος ἐργάται δ τιμῆς πεντωβόλου, ὀβολῶν κ τὸ 𐅵δραχμὴ α τετρώβολον ἀντλοῦσιν εἰς τὸ χωρίον Ἀμβρύων καὶ Ὧρος Ὥρου καὶ Φῖβις καὶ Ἁρπαῆσις κ ἀντλοῦσιν ἐν τῷ χωρίῳ οἱ αὐτοί κα μονοβολοῦσι τῆλιν ἐν τῷ Ἱπποστράτου κλήρωι τῆλιν ὑπὸ ζεύγους α δραχμαὶ η Θαλλούσῃ τήλεως ιβ ἀντλοῦσιν εἰς τὸ χωρίον οἱ αὐτοὶ ὁμοίως κβ πυροβολοῦσιν ἐν ταῖς πρότερον Οὐλήμιος ἀρούραις β ζεύγη β ἀρτάβης α 𐅵γ δραχμαὶ ιβ ἐπαρόταις εἰς ζῦτον Ἐπιμάχου εἰπόντος διώβολον βωλοκοποῦσιν ἐν ταῖς αὐταῖς ἐργάται ε τιμῆς τετρωβόλου δραχμαὶ γ διώβολον μισθὸς Εὐχαρίστου κοβαλεύοντος θρύα εἰς οἶκον τετρώβολον ἀντλοῦσιν εἰς τὸ χωρίον οἱ αὐτοὶ ὁμοίως κγ πυροβολεῖ ὁμοίως ἐν ταῖς πρότερον Οὐλήμιος ζεῦγος α πυρῶι …ἅμα δὲ καὶ τὰς κοιλάδας δραχμαὶ ϛ τριώβολον βωλοκοποῦσιν ὁμοίως παῖδες γ ἅμα δὲ καὶ ἐν ταῖς κοιλᾶσι ὧν β τιμῆς τετρωβόλου ἄλλος α τριώβολον γίνεται δραχμὴ α πεντώβολον πλινθευτῇ πλινθεύσαντι πλίνθους ὥστε εἰς κηλωνοστάσιον ἀρουρῶν πρότερον Τρυχᾶτος ἡμέρας β ὀβολῶν ιβ τὸ 𐅵δραχμὴ α Θαλλούσῃ τιμῆς φακοῦ ϛ ὄρνιξι καὶ περιστεραῖς δραχμὴ α ὀβολὸς α ἀντλοῦσιν εἰς τὸ χωρίον Ἀμβρύων καὶ Ὧρος Ὥρου καὶ Ἁρπαῆσις ἄλλος α τετρώβολον Φῖβις περὶ τὸ βαλανεῖόν ἐστι …ωρογρ ὑδραγωγοὺς ἐν Ἡδύλου ἐργάται β τιμῆς τετρώβολον δραχμὴ α διώβολον ἀνηλώματα ἀργυρίου δραχμαὶ ιβ καὶ χαλκοῦ δραχμαὶ ιζ ὀβολὸς κδ βωλοκοποῦσιν ἐν τοῖς ταπεινοῖς τόποις ἀρουρῶν β πρότερον Οὐλήμιος ἅμα δὲ καὶ ἐν ταῖς κοιλᾶσι ἐργάται β τιμῆς τετρωβόλου δραχμὴ α διώβολον οἱ ἀντληταὶ κόπτουσι θρύα εἰς τὸ ὄργανον κε Δημητρίωι Παχράτου μισθὸς τόπου μονοβοληθέντος ἐν τῷ Ἱπποστράτου κλήρωι τήλει τὸ 𐅵ἀργυρίου δραχμαὶ β