Ancient Greek
9763.45 to 9763.60
Documentary Papyri, SB 8 9763.45-60
Not analysed yet
ταύτην τὴν διάλυσιν καταβαλεῖν ἐπὶ τὸν ἐμμένοντα χρυσοῦ λίτρας πέντε, οὐδὲν δὲ ἧττον καὶ ἀρραγῆ καὶ ἀσάλευτον εἶναι ταύτην τὴν ἐνώμοτον ὁμολογίαν τῆς διαλύσεως, κυρίαν καὶ βεβαίαν παντὶ τῷ ἐπιφέροντι καὶ πανταχοῦ ἐπιφερομένην, καὶ τὴν ἰδίαν ἰσχὺν ἔχουσαν ἐπὶ πάσης ἀρχῆς καὶ ἐξουσίας, καὶ μηδὲν διεψεῦσθαι ἢ ἔνοχοι εἴησαν τῷ προκειμένῳ προστίμῳ καὶ τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου κινδύνῳ· καὶ ἀμφότεροι ἐπερωτηθέντες ὡμολόγησαν. Αὐρηλία Θεονίλλα Θεοδώρου ἡ προκειμένη ἐθέμην τὴν διάλυσιν καὶ εὐδοκῶ καὶ πείθομαι πᾶσι τοῖς ἐγγεγραμμένοις ὡς πρόκειται. Φλάουιος Ἀχιλλεὺς πολιτευόμενος ὁ προκείμενος ἐθέμην τὴν διάλυσιν καὶ εὐδοκῶ καὶ πείθομαι πᾶσι τοῖς ἐγγεγραμμένοις ὡς πρόκειται. Φλάουιος Ἑρμόδωρος πολιτευόμενος τῇ διαλύσει. Αὐρήλιος Τατιανὸς Ταυρίνου ἀπὸ Ἑρμοῦ πόλεως παρήμην καὶ μαρτυρῶ τῇ διαλύσει. Αὐρήλιος Βησαρίων Κυρίλλου ἀπὸ Ἀντινόου καταμένων ἐν Ἑρμοῦ πόλει παρήμην καὶ μαρτυρῶ τῇ διαλύσει. διʼ ἐμοῦ Ἑρμάμμωνος ἐγράφη.