Ancient Greek
SB 8 9766
Documentary Papyri, SB 8 9766
Not analysed yet
Ἡρᾶς Ἡρᾶτος τοῦ Ἀπερῶτος ἀπʼ Ὀξυρύγχων πόλεως Ὡρίωνι Σαραπίωνος γραμματεῖ ἀγορανομίου τῆς αὐτῆς πόλεως χαίρειν. ἀνέλαβον παρὰ σοῦ εἰς ἀκύρωσιν τὸ παρὰ σοὶ κόλλημα, ἧς ἐθέμην διὰ τοῦ αὐτοῦ ἀγορανομίου τῷ Ἐπεὶφ μηνὶ τοῦ ἐννεακαιδεκάτου ἔτους θεοῦ Τραιανοῦ ἐπὶ σφραγίδων διαθήκης ἐπὶ τῶν αὐτῶν σφραγίδων, ἐμοῦ τοῦτο ἀξιώσαντος. ἔτους …Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, …