Ancient Greek
SB 8 9785
Documentary Papyri, SB 8 9785
Not analysed yet
παρὰ Θεοφίλου Κολλούθου Χριστοδώρῳ ἀδελφῷ. δέδωκας ἀπὸ τῶν ἐκφορίων τοῦ ὑπὸ σέ μου κτήματος ἀπὸ ἐκφορίων καρπῶν ἐννάτης ἰνδικτίονος χρυσοῦ νόμισμα ἓν παρὰ κεράτια ἕξ, γίνονται χρυσοῦ νόμισμα α παρὰ κεράτια ϛ μόνα καὶ τοῦτο λογίζομαί σοι ἀναμφιβόλως καὶ εἰς σὴν ἀσφάλειαν πεποίημαι τοῦτο τὸ ἐντάγιον ὁλόγραφον χειρὶ ἐμῇ ὡς πρόκειται. γέγραφα Ἁθὺρ ὀγδόῃ ἰνδικτίονος θ.