Ancient Greek
SB 8 9790
Documentary Papyri, SB 8 9790
Not analysed yet
Ἀλεξάνδρωι στρατηγῶι Κωίτου παρὰ Ῥοδοκλείας τῆς Μενίππου ὀρφανῆς τῶν ἀπὸ Φεβίχεως. μετὰ τὴν τοῦ προγεγραμμένου μου πατρὸς τελευτὴν κατὰ τὰ ὑπὸ τῶν μεγίστων βασιλέων προστεταγμένα ἐγνωστευμένη ἐπὶ ταῖς ἀπολελειμμέναις ὑπὸ τοῦ πατρὸς ἀπὸ τοῦ κλήρου περὶ Μολῶθιν ἀρούραις κ διὰ τοῦ ἱππικοῦ λογιστηρίου ἕνεκα τοῦ μὴ εἶναι ἀρρενικὴν γενεὰν καὶ τῆς τῶν ἄλλων ὑπαρχόντων κυριείας …πεπτωκυίας ὑπὸ τὴν ἐμὴν …