Ancient Greek
SB 8 9826
Documentary Papyri, SB 8 9826
Not analysed yet
Ἀσκληπιάδης Σεραβίωνι τῷ φίλῳ πλεῖστα χαίρειν. ὡς ἐπέστειλέ μοι Χάρις τοῦ Ποβλείου καὶ εἰ ἔχεις τὴν μνήμην, ἐπιστέλλω τὴν ἐπιστολὴν ὑμῖν, ὥστε οὖν ἐὰν δυνηθῆς, πέμψον μοι, ἐὰν δέ σύ μὴ ἔχῃς, ἀγόρασόν μοι, καὶ διαπέμψομαί σοι εὐθέως τὸν χαλκόν. καὶ ἐὰν ἔχῃς μαλβοθρίων δοῦναί μοι π. ἐρρῶσθαί σε εὔχομαι.