Ancient Greek
SB 8 9833
Documentary Papyri, SB 8 9833
Not analysed yet
ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν Αὐτοκρατόρων Διοκλητιανοῦ τὸ ζ καὶ Μαξιμιανοῦ τὸ ϛ Σεβαστῶν. Αὐρηλία Τααπάμμων …ου μητρὸς Ταπαυσίριος ἀπὸ κώμης …τῆς κάτω τοπαρχίας καὶ ὁ ἀδελφιδέος Θεόδωρος Ῥωμαίου μητρὸς …κωνος ἀμφότεροι διʼ ἐμοῦ Παυσίριος Σαραπίωνος μητρὸς Σοήριος ἀπὸ τῆς αὐτῆς κώμης Αὐρηλίῳ Ἱερακίωνι τῷ καὶ Διονυσίῳ γυμνασιαρχήσαντι πρυτανεύσαντι βουλευτῇ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως χαίρειν. ὁμολογοῦμεν ἀπεσχηκέναι παρὰ σοῦ τὸν φόρον οὗ εἶχές μου ἱστοῦ πλοίου διὰ τοῦ χρόνου τῶν ἀπὸ ιϛ Φαρμοῦθι ἕως ιε Φαρμοῦθι τοῦ ἐνεστῶτος ιε ἔτους καὶ ιδ ἔτους καὶ ζ ἔτους πλήρη, τὸν δʼ αὐτὸν ἱστὸν παρειληφάναι παρὰ σοῦ ὑγιῆ, καὶ μηδὲν σοὶ ἐγκαλεῖν μηδὲ ἐγκαλέσειν περὶ μηδενὸς ἁπλῶς τὸ σύνολον. …κυρία ἡ ἀποχή, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ιε καὶ ιδ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ζ τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων, Παχὼν ζ. Αὐρήλιος Θεόδωρος Ῥωμαίου καὶ Αὐρηλία Τααπάμμων διʼ ἐμοῦ τοῦ ἀνδρὸς Παυσίριος ἀπέσχον τοὺς φόρους τοῦ ἱστοῦ ὃν καὶ παρειλήφαμεν ὑγιῆ καὶ οὐδʼ ἐνκαλῶ οὐδʼ ἐνκαλέσω περὶ μηδενὸς ἁπλῶς ὡς πρόκιται, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Σαραπάμμων ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα .