Ancient Greek
sb 8 9861b
Documentary Papyri, SB 8 9861b
Not analysed yet
Γ. περὶ τοῦ ἠπειθηκέναι τοῖς προστάγμασιν προστάξαντος τοῦ ὑπηρέτου ἀπαγαγεῖν καὶ ἐξαργυρίσαι οὐ γέγονεν ἕως τοῦ νῦν, ἀλλὰ καὶ Φίλιππον ἀπαγαγὼν ἀφῆκεν. καὶ αὐτὸς ἔχων πλήθη οὐκ ὀλίγα κατὰ τὸ πρόσταγμα οὐκ ἀπεγράψατο καὶ τὴν γραφὴν διδοὺς τῶι βασιλεῖ τὴν παρὰ Θεοδότου περὶ τῶν ἐχόντων αὐτὸν οὐκ ἀνήνεγκεν. ἐκ δὲ τοῦ δοθῆναι τὴν γραφὴν ἐδικαιώθη Παρμενίσκου ἡ οὐσία γενέσθαι βασιλική, ὅτι εἶχεν χόρτου ἀρτάβην ἣν ἠξίου Παρμενίσκος διὰ τοῦ ἐξαργυρισθῆναι καὶ εἰσδοῦναι …ωθη αὐτῶι ἄλλα διὰ τῶν …εἰς τάλαντα η καὶ Φιλ… οὐσία …βασιλικὴ καὶ ἀπῆχθαι. …Φίλωνος