Ancient Greek
SB 8 9867
Documentary Papyri, SB 8 9867
Not analysed yet
…κος Ἑρμῆτι …μου πλεῖστα χαίρειν· τὸ προσκύνημά σου ποιῶ καθʼ ἑκάστην ἡμέραν παρὰ πᾶσι θεοῖς οἷς ἐπιξενοῦμαι· οἶδες καὶ σὺ ὅτι τὰ ὀθόνια τὰ ἐν τῷ καταγέῳ τῆς μητρός σού ἐστι καὶ μηδενὶ ἐπιτρέψῃς βάπσαι αὐτὰ ἕως ἔλθῃ ἡ μήτηρ μου καὶ εἴ τι …α ἐν τῷ καταγέῳ μηδενὶ ἐπιτρέψῃς βαστάξαι ἕως ἔλθῃ ἡ μήτηρ μου· ἀσπάζομαι τὴν ἀδελφήν μου Τασόιν καὶ τὸν ἀδελφὸν Ἀμμωνιανόν· ἀσπάζομαι Σουσα…· ἀσπάζομαι τὸν ἀδελφόν μου Σιλβανὸν σὺν τοῖς υἱοῖς· ἀσπάζομαι τὸν εὐνούστατον Φοιβάμμωνα· ἀσπάζομαι Ἀμμώνιον· ἀσπάζομαι Δημητρίαν σὺν τῷ πατρί· ἀσπάζομαι …ν ολ… Ἀπολλιν· ἀσπάζομαι τὸν τέκτονα σὺν τῇ γυναικί· ἀσπάζομαι Τα…ουν· ἐρρῶσθαι ὑμᾶς εὔχομαι·