Ancient Greek
SB 8 9899 a
Documentary Papyri, SB 8 9899a
Not analysed yet
βασιλεὺς Πτολεμαῖος καὶ βασίλισσα Κλεοπάτρα ἡ ἀδελφὴ καὶ βασίλισσα Κλεοπάτρα ἡ γυνὴ ἀφιᾶσι τοὺς ὑπὸ τὴν βασιλείαν πάντας ἀγνοημάτων ἁμαρτημάτων ἐγκλημάτων καταγνωσμάτων αἰτιῶν πασῶν τῶν ἕως θ τοῦ Φαρμοῦθι τοῦ νβ ἔτους πλὴν τῶν φόνοις ἑκουσίοις καὶ ἱεροσυλίαις συνεχομένων. προστετάχασι δὲ καὶ τοὺς ἀνακεχωρηκότας διὰ τὸ ἐνέχεσθαι λείαις καὶ ἑτέραις αἰτίαις καταπορευομένους εἰς τὰς ἰδίας γίνεσθαι πρὸς αἷς καὶ πρότερον ἦσαν