Ancient Greek
SB 8 9919
Documentary Papyri, SB 8 9919
Not analysed yet
…τῶν τῆς γῆς δημοσίων ὄντων πρός σε τὸν γεοῦχον κυριεύοντα τῶν καρπῶν ἕως τὰ ὀφειλόμενα ἀπολαβῇς, βεβαιουμένης ἡμῖν τῆς ἐπιτοχῆς· ἐπάναγκες ἀποδώσωμεν τὸν φόρον ἐξ ἀλληλεγγύης κατʼ ἔτος τῷ Παῦνι μηνὶ κριθὴν νέαν καθαρὰν ἄδολον κεκοσκινευμένον μέτρῳ δεκάτῳ, γεινομένης τῆς πράξεως ὡς καθήκει· κύρια ἐπιδοχὴ καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. προσμετρουμένων ἑκάστης ἀρτάβης χοινίκων τεσσάρων Αὐρήλιοι Ἀπολλῶς καὶ Χαιρήμων καὶ Πλοῦ μεμισθώμεθα τὴν γῆν καὶ ἀποδώσωμεν τὸν φόρον ἐξ ἀλληλεγγύης ὡς πρόκειται. Αὐρήλιος Θέων Ἡρακλήου ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα.