Ancient Greek
SB 8 9922
Documentary Papyri, SB 8 9922
Not analysed yet
Ὀρσενούφει Ἁρφαήσεως παρὰ Σαρᾶ Διοδώρου. βούλομαι μισθώσασθαι παρὰ σοῦ πρὸς μόνον τὸ εἰσιὸν τρισκαιεικοστὸν ἔτος Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἀφʼ ὧν τυγχάνεις γεωργεῖν περὶ κώμην Θεογονίδα γῆς βασιλικῆς ἄρουραν μίαν ἥμισυ ἢ ὅση ἐὰν ᾖ ἐν τῇ λεγομένῃ Σατμη εἰς σπορὰν πυροῦ καὶ κριθῆς, τῶν ἔργων καὶ σπερμάτων πρὸς τὸν Σαρᾶν, τῶν δὲ δημοσίων πάντων καὶ παντὸς εἴδους πρὸς τὸν Ὀρσενοῦφιν, καὶ ἀπέχειν ἐκ προδόματος παρὰ τοῦ Σαρᾶ τὴν τῆς σπειρομένης τιμὴν ἐκ πλήροῦς διὰ χειρὸς καὶ βεβαιώσειν πάσῃ βεβαιώσει ἀπὸ παντὸς τοῦ ἐπελευσομένου. …Ὀρσενοῦφις ὡς ἐτῶν μβ οὐλὴ γαστροκνημίᾳ δεξιᾷ. ἔτους κβ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου μηνὸς Καισαρείου ἐπαγομένων δ.