Ancient Greek
Stud.Pal. 1 p. 8 no. 3
Documentary Papyri, Stud.Pal. 1 3
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαουίου Ἀετίου καὶ Στουδιου τῶν λαμπροτάτων Μεχεὶρ ιθ η ἰνδικτίονος. Αὐρήλιος Ὑπάτιος σκρείβας Ἀπόλλωνος πόλεως Αὐρηλίᾳ τῇ δεῖνι ἀπὸ τῆς Ἀντινοέων πόλεως. κατὰ τὴν σήμερον ἡμέραν ἥτις ἐστὶν Μεχεὶρ ἐννεακαιδεκάτη ὀγδόης ἰνδικτίονος διέβην τὴν σὴν ἑστίαν ἅμα Ἀμμωνίῳ Βρεκον καὶ Βησᾷ καὶ Κολλούθῳ καὶ Ἀπόλλωνι καὶ εἶδόν σε κλινήρη τυγχάνουσαν καὶ μὴ δυναμένην τόπου σου προελθεῖν ἀπὸ τῆς κακώσεως. καὶ πρὸς τὴν σὴν ἀσφάλειαν ἐξέδωκά σοι τοῦτο τὸ ἐκσφράγισμα ὡς πρόκειται. Αὐρήλιος Ὑπάτιος σκρείβας Ἀπόλλωνος Μικρᾶς πόλεως ἐξέδωκα τοῦτο τὸ ἐκσφράγισμα ὡς πρόκειται