Ancient Greek
Stud.Pal. 10 252
Documentary Papyri, Stud.Pal. 10 252
Not analysed yet
γνῶσις τῶν βληθέντων ἐν τῇ φυλακῇ Μεσορὴ ιδ οὕτως· Νειλάμμων καὶ Γεώργιος ποιμένες ἀπὸ Τεβέτνυ κρατηθέντες χάριν τῶν ληφθέντων προβάτων ἀπὸ Κερκεσύχεως· διὰ τοῦ ἀντιγεούχου. Σενούφιος ἀπὸ Τετραθύρων κρατηθεὶς χάριν ὡς ξύλον κλεφθὲν εὑρέθη παρʼ αὐτοῦ τῆς βουκολίας· διὰ τοῦ κόμετος Γεωργίου χαρτουλαρίου. Κοσμᾶς πολιτευόμενος κρατηθεὶς χάριν ἱματίων κλαπέντων παρά τινος σταβλίτου· διὰ τοῦ ῥιπαρίου. Ἀνοῦπ ἀμπελουργὸς κρατηθεὶς χάριν γυναικὸς ὡς ἀνευρέθη μετʼ αὐτῆς· διὰ τοῦ ἐκδίκου. Ἄννα γαμετὴ Φῖβ αἰγοθύτου κρατηθεῖσα ὡς ὁ ἀδελφὸς αὐτῆς χρυσίον ἔκλεψε τοῦ συμμάχου· διὰ τοῦ ῥιπαρίου.