Ancient Greek
Stud.Pal. 13 p. 1
Documentary Papyri, Stud.Pal. 13 pg1_2
Not analysed yet
Ἰσίδωρος σεσημείωμαι ἔτους η Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φαμενὼθ κζ. Διονυσίῳ καὶ Ἰσιδώρῳ γεγυμνασιαρχηκόσι βιβλιοφύλαξι ἐνκτήσεων Ἀρσινοίτου παρὰ Ἀσκληπιάδου τοῦ Νείλου τοῦ Νείλου γραμματικοῦ ἀναγραφομένου ἐπʼ ἀμφόδου Βουταφίου ἣν ἀπεγραψάμην διὰ τῶν προτέρων βιβλιοφυλάκων ὠνητήν μου δούλην Ἀφροδίτην. βούλομαι ἐξοικονομῆσαι …τῷ καὶ …Ἡρακλείδου ἱματιοπώλῃ ἀναγραφομένῳ ἐπʼ ἀμφόδου Ἀμμωνίου τόπων ἀπογεγραμμένῳ τοῖς προτέροις καθαρὰν ἀπὸ ὀφειλήματος ὑποθήκης παντὸς δημοσίου χρέους τιμῆς ἀργυρίου δραχμῶν …κοσίων. διὸ ἐπιδέδωκα ὅπως ἐπισταλῇ ὡς καθήκει