Ancient Greek
Stud.Pal. 2 p. 33-34 [N.N. 44]
Documentary Papyri, Stud.Pal. 2 pg33_34
Not analysed yet
Αὐρηλίᾳ Δημητρίᾳ τῇ καὶ Ἀμμωνίᾳ θυγατρὶ Πολυδεύκους γυμνασιαρχήσαντος γενομένου βουλευτοῦ τῆς μεγάλης καὶ λαμπροτάτης Ἑρμουπόλεως· παρὰ Αὐρηλίου Πασίωνος Ἑρμοφίλου ἀπὸ τῆς αὐτῆς πόλεως γεωργοῦντος ἐν κώμῃ Μαγδώλοις Βουκόλων· βούλομαι ἑκουσίως καὶ αὐθαιρέτως μισθώσασθαι παρὰ σοῦ ἐπὶ χρόνον ἔτη δύο τὰς ὑπαρχούσας σοι περὶ Κάμφορα κώμην πεδίου καλουμένου Πιεβελλεποσι ἀρούρας μδ εἰς κατάθεσιν πυροῦ καὶ χαρτοσμάτων τῆς μὲν ἐν πυρῷ ἡμισείας ἀνὰ πυροῦ ἀρτάβας πέντε καὶ τῆς ἄλλης ἡμισείας τῆς ἐν χορτάσμασι ἑκάστης ἀρούρης ἀνὰ φακοῦ ἀρτάβης μιᾶς τὰ συναγόμενα ἐπὶ τὸ αὐτὸ πυροῦ ἀρτάβας ρι καὶ φακοῦ ἀρτάβας κβ ἃς καὶ μετρήσω σοι τῷ Παῦνι καὶ Ἐπεὶφ μησὶ τῆς εὐτυχοῦς ἐσομένης ιζ ἰνδικτίωνος ἤτοι γ ἰνδικτίωνος ἀνυπερθέτως, πυρὸν καὶ φακὸν νέον καθαρὸν ἄδολον ἄβωλον κεκοσκινευμένον, τὸν σιτικὸν φόρον μέτρῳ τῷ τῆς οὐσίας καὶ τὸν φακὸν μέτρῳ Ἀθηναίου τῶν δημοσίων πάντων καὶ ἐπιμερισμῶν παντοίων πάντων πρὸς σὲ καὶ τὸν γεοῦχον, χωρισμένου τοῦ ἀχύρου πρὸς ἐμὲ τὸν γεωργόν· ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα· ὑπατείας Φλαουίου Ἰανουαρίνου καὶ Οὐεττίου Ἰούστου τῶν λαμπροτάτων Μεσορὴ ἐπαγομένῳ α Αὐρήλιος Πασίων Ἑρμοφίλου μεμίσθωμαι ὡς πρόκειται.