Ancient Greek
Stud.Pal. 20 10
Documentary Papyri, Stud.Pal. 20 10
Not analysed yet
…του… ου ἡλιαστήριον ἀπηλιώτῃ Τεφερῶντος καὶ μετόχων οἰκόπεδα τιμῆς ἀργυρίου δραχμῶν διακοσίων ἃς καὶ ἀπέσχαν παρὰ τοῦ Διονυσίου ἑκάτερος κατὰ τὸ ἐπιβάλλον αὐτῷ μέρος οὔσας ἑκατὸν ὑπὲρ Σύρας τῆς καὶ Ἰσαρίου αὐτῆς καὶ ἀπὸ τοῦ νῦν τὴν Σύραν τὴν καὶ Ἰσάριον κρατεῖν καὶ κυριεύειν τοῦ πεπραμένου αὐτῇ ὡς πρόκειται ἡμίσους μέρους τῆς οἰκίας καὶ αὐλῆς καὶ τὰ ἐξ αὐτοῦ περιγεινόμενα ἀποφέρεσθαι εἰς τὸ ἴδιον καὶ ἐξουσίαν ἔχειν ἑτέροις πωλεῖν καὶ διοικεῖν καὶ ἐπιτελεῖν περὶ αὐτοῦ καθʼ ὃν ἐὰν αἱρῆται τρόπον τοὺς δὲ περὶ τὸν Ἀμμώνιον μὴ ἐπιπορεύεσθαι ἐπὶ τούτων μηδʼ ἄλλον ὑπὲρ αὐτῶν μηδένα, τὸν δὲ καὶ ἐπελευσόμενον αὐτοὺς καὶ ἑκάτερον αὐτῶν ἀφιστάνειν παραχρῆμα τοῖς ἰδίοις δαπανήμασι τῆς βεβαιώσεως ἐξακολουθούσης αὐτοῖς ἀπό τε ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως διὰ παντὸς ἢ χωρὶς τοῦ μένειν αὐτοῦ ταῦτα τὰ δίκαια τινύειν τὸ τῆς τιμῆς κεφάλαιον σὺν ἡμιολίᾳ καὶ τὰ βλάβης καὶ δαπανήματα καὶ τὸ ὡρισμένον πρόστιμον καθάπερ ἐκ δίκης. ἔτους ὀγδόου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Μεγίστου καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Μεγίστου Παῦνι β… Ἀρχο ὁ καὶ Ἀμμω Κρατ διὰ Ἡρακλ κατεχώρισα