Ancient Greek
Stud.Pal. 20 107
Documentary Papyri, Stud.Pal. 20 107
Not analysed yet
τῷ δεσπότῃ μου θαυμασιωτάτῳ καὶ ἐναρέτῳ πατρὶ Λεοντίῳ Ἰωάννης. καταξίωσον δέξασθαι παρὰ τοῦ κυρίου τοῦ θαυμασιωτάτου καὶ ἐναρέτου Πέτρου ἕως δέκα ἀρταβῶν σίτου καὶ δοῦναι Τιμοθέῳ τῷ καθαρουργῷ εἰς τὸ ἀνάλωμα τῶν πιττακίων καὶ γράψον πρὸς Ἀννιανὸν τὸν οἰνοπράτην καὶ λαβὲ ὅσα θέλεις κνίδια καὶ ἂν ἔχῃ μετὰ πιττάκιον κονδῖτον γράψον τὸ μικρὸν πιττάκιον πρὸς Δῖον τὸν κελλαρίτην καὶ ἂν ἔχῃ ὄρνεα γράψον πρὸς Θεόφιλον τὸν ὀρνιθᾶν τὸ μικρὸν πιττάκιον ας οιχην γράψον πρὸς τὸ πάλιν· ἀσφάλισαι δὲ τὰ μεγάλα πιττάκια ἕως ἂν σὺν θεῷ ἔλθω· ἔρχομαι γὰρ ἕως τριακάδος· μετάδος δὲ τῷ κυρίῳ τῷ θαυμασιωτάτῳ Πατρικίῳ ὅτι σὺν θεῷ ἕως πέμπτης καὶ εἰκάδος ἀνέρχονται μετὰ τη…φρασεως· λαβὲ τὸ σελλίον παρὰ Συριανοῦ …τῶν μικρῶν κλισ…ωμιων παρὰ Αὐρηλίου τοῦ κλειδοποιοῦ και μ…ρω σοι ἕως ἥμισυ ἀρούρης χόρτου τῆς Ζωῆς καὶ εὑρων τὰ ἐ… τημα ἵναμὴ ἀποθάνωσιν τὰ ζῷα· μηδὲν ἀμελήσῃς περὶ τούτου, δέσποτα.