Ancient Greek
Stud.Pal. 20 110
Documentary Papyri, Stud.Pal. 20 110
Not analysed yet
…ι…με…προ…ι οικον …αὐθαιρέτῳ καὶ ἀμετανοήτῳ καὶ ἀδόλῳ προαιρέσει ἔτι δὲ καὶ ὀμνὺς τὸν σεβάσμιον ὅρκον παντοκράτορα θεὸν καὶ τὴν εὐσέβειαν καὶ νίκην τῶν δεσποτῶν ἡμῶν …τῶν αἰωνίων Αὐγούστων πεπρακέναι σοι καὶ καταγεγραφηκέναι κατὰ τήνδε τὴν ἔγγραφον ἀσφάλειαν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ καὶ ἅπαντα χρόνον τὸ ὑπάρχον μοι καὶ ἐλθὸν εἰς ἐμὲ ἀπὸ δικαίου ἀγορασίας ἐξ ἀπηλιώτου πωμαρίου τῆς σῆς θαυμασιότητος τοῦτʼ ἔστιν ἄμματα δύο γεωμετρίας φανησομένης σὺν φοίνιξι πέντε καὶ ἄλλοις φυτοῖς περὶ πρακτορίαν τοῦ αὐτοῦ ἐποικίου ἧς γείτονες· νότου καὶ λιβὸς πωμάριον τῆς σῆς θαυμασιότητος, βορρᾶ Σόϊς Παύλου καὶ ἡ αὐθεντικὴ θύρα διʼ ἧς εἴσοδος καὶ ἔξοδος, ἀπηλιώτου κελλία κληρονόμων Πέτρου ἀπογενομένου πρεσβυτέρου ἢ οἳ ἂν ὦσι γείτονες πάντῃ πάντοθεν τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καὶ συναρεσάσης χρυσοῦ νομισματίων δεσποτικῶν δοκίμων εὐστάθμων ἀριθμῷ πλήρει τριῶν γίνεται χρυσοῦ νομισμάτια γ ἅπερ ἐντεῦθεν ἀπέσχον παρὰ τῆς σῆς θαυμασιότητος διὰ χειρὸς ἐκ πλήρους καὶ εἶναι περὶ σὲ τὸν πριάμενον καὶ τοὺς παρὰ σοῦ τὴν τῶν πεπραμένων σοι …δεσποτείαν ψιλοῦ τόπου οἵας ἐστὶν διαθέσεως τοῦτʼ ἔστιν ἀμμάτων δύο γεωμετρίας φανησομένης κυρίαν καὶ κράτησιν χρωμένους καὶ οἰκονομοῦντας καὶ διοικοῦντας περὶ αὐτοῦ καθʼ ὃν ἐὰν αἱρῇ τρόπον ἀπὸ τοῦ νῦν ὁμοίως ἐπὶ τὸν ἀεὶ χρόνον τῆς βεβαιώσεως διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσιν ἐξακολουθούσης μοι τῷ πωλοῦντι καὶ μὴ ἐπελεύσεσθαί με μηδʼ ἄλλον τινὰ ὑπὲρ ἐμοῦ ἐπὶ σὲ τὸν ὠνούμενον μηδὲ ἐπὶ τοὺς παρὰ σοῦ περὶ μηδενὸς τῆσδε τῆς πράσεως τρόπῳ μηδενί· ἐὰν δὲ ἐπέλθω ἢ μὴ βεβαιῶ ἥ τʼ ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτίσω ἢ ὁ ὑπὲρ ἐμοῦ ἐπελευσόμενός σοι τῷ ὠνουμένῳ ἢ τοῖς παρὰ σοῦ τά τε βλάβη καὶ δαπανήματα καὶ ἐπιτίμου ὡς ἴδιον χρέος διπλῆν τὴν τιμὴν καὶ εἰς τὸ δημόσιον τὸ ἴσον καὶ μηδὲν ἧσσον ἡ πρᾶσις κυρία καὶ βεβαία ἣν καὶ ἁπλῆν σοι ἐξεδόμην πρὸς ἀσφάλειαν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Πλευ Πινουτίωνος ὁ προκείμενος πέπρακα τὸν προκείμενον ψιλὸν τόπον ἀμμάτων δύο σὺν φοίνιξι πέντε καὶ φυτοῖς πᾶσι καὶ ἀπέσχον τὰς τῆς τιμῆς χρυσοῦ νομισμάτια τρία …ὁ δεῖνα ἔγραψα ὑπὲρ αὐτοῦ …παρόντος καὶ εἰπόντος μοι γράμματα μὴ εἰδότος ……ερι… ἀπὸ Ἑρμουπόλεως παρήμην καὶ μαρτυρῶ τῇ πράσει καὶ τῇ δόσει τοῦ χρυσίου. Αὐρήλιος Θέων Φοιβάμμωνος ἀπὸ Ἑρμουπόλεως παρήμην καὶ μαρτυρῶ τῇ πράσει καὶ δόσει τοῦ χρυσίου. Αὐρήλιος Ἀνιανὸς Φοιβάμμωνος ἀπὸ Ἑρμουπόλεως παρήμην τῇ πράσει καὶ δόσει τοῦ χρυσίου …διʼ ἐμοῦ Φοιβάμμωνος ἐγράφη