Ancient Greek
121.1 to 121.32
Documentary Papyri, Stud.Pal. 20 121.1-32
Not analysed yet
χμγ μετὰ τὴν ὑπατείαν τοῦ δεσπότου ἡμῶν Θεοδοσίου τοῦ αἰωνίου Αὐγούστου τὸ ιϛ καὶ Φλαυίου Φαύστου τοῦ λαμπροτάτου Ἐπεὶφ ιβ η ἰνδικτίονος. Φλαυίῳ Σαραποδώρῳ τῷ καθοσιωμένῳ μαγιστριανῷ τῶν θείων ὀφφικίων ἀπὸ Ἑρμουπόλεως τῆς λαμπροτάτης παρὰ Αὐρηλίου Κορνηλίου Πινουτίωνος ἑξῆς ὑπογράφοντος ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν· ὁμολογῶ ἑκουσίᾳ γνώμῃ καὶ αὐθαιρέτῳ καὶ ἀμετανοήτῳ καὶ ἀδόλῳ προαιρέσει πεπρακέναι καὶ καταγεγραφηκέναι τῇ σῇ ἀρετῇ κατὰ τήνδε τὴν ἁπλῆν ἔγγραφον ἀσφάλειαν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὰς ὑπαρχούσας μοι καὶ ἐλθούσας εἰς ἐμὲ ἀπὸ πατρῴας κληρονομίας ἀπὸ τοῦ ἐπιβάλλοντός μοι μέρους τοῦ πατρῴου γεωργίου διακειμένου ἐν τῷ ἀπηλιώτῃ ἀρούρας ὀκτὼ ἰδιωτικῆς εἰδέας μετὰ τῶν αἱρούντων μετὰ τοῦ ἐπιβάλλοντός μοι μέρους τοῦ ὄντος ἐκεῖσε λάκκου κατʼ ἀναλογίαν τῶν αὐτῶν ἀρουρῶν ὀκτὼ κατὰ κοινωνίαν τῶν ἐμῶν ἀδελφῶν καὶ τῶν κληρονόμων Ἑρμοφίλου θείου μου πρὸς μητρός, τῶν λοιπῶν ἀρουρῶν κατὰ τὸ δίκαιον ἑκάστου εἰς συμπλήρωσιν ὅλου τοῦ γεωργίου οὗ γείτονες· νότου δημοσία ὁδὸς, βορρᾶ ὁμοίως δημοσία ὁδὸς, ἀπηλιώτου ἄρουραι κληρονόμων Ἐπιφανίου τοῦ λαμπροτάτου κόμετος, λιβὸς γεώργιον καλούμενον τοῦ Ἀντινοέως ἢ οἳ ἐὰν ὦσι γείτονες πάντῃ πάντοθεν τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης χρυσοῦ νομισματίων δεσποτικῶν δοκίμων εὐστάθμων ἀριθμῷ τεσσεράκοντα γίνεται χρυσοῦ νομισμάτια μ ἅπερ αὐτόθι ἀπέσχον καὶ ἠρίθμημαι παρὰ σοῦ τοῦ ὠνουμένου διὰ χειρὸς ἐκ πλήρους καὶ εἶναι περὶ σὲ τὸν πριάμενον καὶ τοὺς παρὰ σοῦ τὴν τῶν πεπραμένων σοι ὑπʼ ἐμοῦ ἀρουρῶν ὀκτὼ ἰδιωτικῆς εἰδέας μετὰ τῶν αἱρούντων διακειμένων ἐν τῷ ἀπηλιώτῃ μετὰ τοῦ αἱροῦντος αὐταῖς μέρους τοῦ ἐκεῖσε λάκκου τοῦ ὑπὸ Ταυρῖνον Σόϊτος πρεσβυτέρου καθολικῆς ἐκκλησίας ἀπὸ κώμης Θραγῆ γεωργίου κυρίαν καὶ κράτησιν χρωμένους καὶ οἰκονομοῦντας καὶ διοικοῦντας περὶ αὐτῶν καθʼ ὃν ἐὰν αἱρῇ τρόπον ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον ἐπὶ τῷδε σὲ τελέσαι ὑπὲρ τῆς …ἰδιωτικῆς ἀρουρῶν ὀκτὼ καὶ ἠπείρου ἥμισυ ὄγδοον στοννησουδε…ρια…τον τὰ παντοῖα τελέσματα ἀπὸ τῆς παρούσης ὀγδόης νέας ἰνδικτίονος ε…η…ελε… τῶν ἀνὰ χεῖρα χρόνων μέχρι τῆς παρελθούσης ἑβδόμης ἰνδικτίονος ὁρώντων ἐμὲ τὸν πεπρακότα· τῆς βεβαιώσεως διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσιν ἐξακολουθούσης μοι τῷ πωλοῦντι καὶ μὴ ἐπελεύσεσθαί με μηδʼ ἄλλον τινὰ ὑπὲρ ἐμοῦ ἐπὶ σὲ τὸν ὠνούμενον μηδὲ ἐπὶ τοὺς παρὰ σοῦ περὶ μηδενὸς τῆσδε τῆς πράσεως τρόπῳ μηδενί· ἐὰν δὲ ἐπέλθω ἢ μὴ βεβαιώσω ἡ τʼ ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτίσω