Ancient Greek
Stud.Pal. 20 123 Ro
Documentary Papyri, Stud.Pal. 20 123r
Not analysed yet
χμγ μετὰ τὴν ὑπατείαν τοῦ δεσπότου ἡμῶν Θεοδοσίου τοῦ αἰωνίου Αὐγούστου τὸ ιη καὶ Φλαυίου Ἀλβίνου τῶν λαμπροτάτων Φαρμοῦθι β ἐν Ἡρακλέους πόλει. Αὐρήλιος Ἀνουβίων Ἥρωνος μητρὸς Δωροθέας ἀφʼ Ἡρακλέους πόλεως Αὐρηλίῳ Θέωνι Ἀίωνος ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ διὰ χειρὸς ἐξ οἴκου εἰς ἰδίαν μου καὶ ἀναγκαίαν χρείαν χρυσοῦ νομισμάτιον ἓν παρὰ κεράτια δύο γίνεται χρυσοῦ νομισμάτιον α παρὰ κεράτια β κεφαλαίου ἅπερ ἐπάναγκες ἀποδώσω σοι ὁπόταν βουληθείης ἀνυπερθέτως καὶ ἄνευ πάσης ἀντιλογίας τῆς πράξεώς σοι οὔσης καὶ τοῖς παρὰ σοῦ ἐκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων παντοίων παντὸς εἴδους πράσσοντι καθάπερ ἐκ δίκης. τὸ γραμμάτιον τοῦτο ἁπλοῦν γραφὲν κύριον καὶ ἐπερωτηθεὶς ὡμολόγησα. κρέως λιτρῶν μυριάδες β φϙζ ἀδελφῷ Θεοτίμῳ προαιρέτῃ προαιρέτῃ