Ancient Greek
Stud.Pal. 20 139
Documentary Papyri, Stud.Pal. 20 139
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαουίων Ὀρέστου καὶ Λαμπαδίου τῶν ἐνδοξοτάτων Παῦνι κϛ τέλει θ ἰνδικτίονος ἐν Ἀρσινοϊτῶν πόλει Φλαούιος Μηνᾶς ὁ καὶ Γεώργιος στρατιώτης ἀριθμοῦ τῶν γενναιοτάτων Δακῶν υἱὸς Ἀγάθου μετʼ ἐγγυητοῦ καὶ ἀναδόχου τῆς ἀποδόσεως τοῦ ἑξῆς δηλουμένου χρέους τῆς αὐτοῦ πενθέρας Αὐρηλίας Οὐρανίας θυγατρὸς Ἰωσὴφ χωρὶς κυρίου ἀνδρὸς χρηματιζούσης ἀπὸ τῆς Ἀρσινοϊτῶν πόλεως ἀπὸ ἀμφόδου Βιθυνῶν Ἰσίωνος τοῦ Μηνᾶ τοῦ καὶ Γεωργίου ἑξῆς ὑπογράφοντος ὑπὲρ αὐτῆς Φλαουίῳ Μηνοδώρῳ τῷ καὶ Ἄπα Ὅλ τῷ καθωσιωμένῳ κεντηναρίῳ ἀριθμοῦ τῶν γενναιοτάτων λεώνων κλιβαναρίων υἱῷ τοῦ τῆς μακαρίας μνήμης Φοιβάμμωνος ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν· ὁμολογῶ διὰ ταύτης μου τῆς ἐγγράφου ἀσφαλείας εἰληφέναι με παρὰ σοῦ διὰ χειρὸς κατὰ παράκλησιν ἐμὴν καὶ δεδανεῖσθαι λόγῳ δανείου ἐγγυίου ἀκινδύνου τὰ καὶ ὀφειλόμενα τῆς ἰδίας μου καὶ ἀναγκαίας χρείας χρυσίου νομισμάτια δέκα τρία εὔσταθμα χρυσίου νομισμάτια ιγ εὔσταθμα κεφαλαίου ζυγῷ Ἀρσινοΐτου, τὴν δὲ τούτων ἀπόδοσίν σοι ποιησόμεθα καὶ παντὶ τῷ κυρίως ὑπὲρ σοῦ μεθοδεύοντι καὶ προφέροντι τὸ παρὸν γραμματεῖον ἐπὶ καταβολαῖς, λέγω δὴ ἐνιαυσίως χρυσίου νομισμάτια δύο εὔσταθμα ζυγῷ Ἀρσινοΐτου …γενομένης σοι παρʼ ἐμοῦ τῆς πρώτης καταβολῆς μηνὶ Τῦβι τῆς εἰσιούσης δεκάτης ἰνδικτίονος οὕτως, τὸ λοιπὸν μέχρι τῆς τούτων τελείας ἀποδόσεως ἀνυπερθέτως καὶ ἄνευ πάσης ἀντιλογίας, εἰ δὲ ἐμπροθέσμως ὑπερθῶι …ερισ…ρ… καταβολὴ καὶ βουληθείης κατὰ παράκλησιν ἐμὴν ἑτέραν μοι ἐνδοῦναι προθεσμίαν ἐπὶ τῷ με χορηγῆσαί σοι ὑπὲρ παντὸς τοῦ μετὰ τὴν προθεσμίαν δι…νευοντος χρόνου λόγῳ τόκου ἑκάστου χρυσίνου μηνιαίως τὴν νομίμην ἑκατοστὴν …μέχρι ἀποδόσεως τοῦ χρέους· εἰ δὲ μὴ βουληθείης ἀνασχέσθαι μοι παραῦτά με ἀπαιτεῖσθαι ἑκάστης προθεσμίας ἐνστώσης …καὶ μὴ ἐξεῖναί μοι λέγειν δεδωκέναι σοί τι χωρὶς ἐγγράφου σοῦ ἀποδείξεως ἤγουν ἀνακομιδῆς τοῦδε ἡμῶν τοῦ γραμματείου …ὑποκειμένων σοι εἰς τοῦτο πάντων ἡμῶν τῶν ὑπαρχόντων καὶ ὑπαρξόντων καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Φλαούιος Μηνᾶς ὁ καὶ Γεώργιος στρατιώτης Δακῶν ὁ προγεγραμμένος ἔσχον τὰ τοῦ χρυσοῦ νομισμάτια δέκα τρία εὔσταθμα καὶ ἀποδώσω ἐπὶ καταβολαῖς καὶ συμφωνεῖμου πάντα τὰ προγεγραμμένα ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα καὶ ἀναγνοὺς ἐξ ὁλοκλήρου καὶ ὑπογράψας χειρὶ ἐμῇ ἀπέλυσα. Αὐρηλία Οὐρανία θυγάτηρ Ἰωσὴφ ἡ προκειμένη …η ἐγγυῶμαι τὴν ἀπόδοσιν τοῦ χρυσίου νομισματίων δέκα τριῶν εὐστάθμων ζυγῷ Ἀρσινοΐτου καὶ συμφωνεῖ μου πάντα τὰ προγεγραμμένα ὡς πρόκειται καὶ ἀπέλυσα. Αὐρήλιος Μηνᾶς υἱὸς Ἰακὼβ χρυσοχόος ἀπὸ τῆς Ἀρσινοϊτῶν πόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῆς παρούσης ἀγραμμάτου οὔσης. Φλαούιος Ἀπόλλων Παύλου στρατιώτης ἀριθμοῦ τῶν γενναιοτάτων Τρανστιγριτανῶν μαρτυρῶ τῷδε τῷ γραμματείῳ ὡς πρόκειται. Φλαούιος Ἠλίας Φοιβάμμωνος στρατιώτης ἀριθμοῦ τῶν καθωσιωμένων Τρανστιγριτανῶν μαρτυρῶ τῷδε τῷ γραμματείῳ ὡς πρόκειται. Αὐρήλιος υἱὸς Ἀπφοῦς στιππουργὸς ἀπὸ τῆς Ἀρσινοϊτῶν πόλεως μαρτυρῶ τῷδε τῷ γραμματίῳ ὡς πρόκειται. Αὐρήλιος Φοιβάμμων υἱὸς Γεροντίου βαφεὺς ἀπὸ τῆς Ἀρσινοϊτῶν πόλεως μαρτυρῶ τῷδε τῷ γραμματίῳ ὡς πρόκειται. di emu Samba …διʼ ἐμοῦ Σαμβᾶ ἐπράθη.