Ancient Greek
Stud.Pal. 20 142
Documentary Papyri, Stud.Pal. 20 142
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαουίου Βασειλίου τοῦ λαμπροτάτου Θὼθ α ἑβδόμης ἰνδικτίονος ἐν Ἀρσινοιτῶν πόλει. Αὐρήλιος Μηνᾶς υἱὸς Φοιβάμμωνος ἀπὸ τῆς Ἀρσινοειτῶν πόλεως σοὶ τῇ Αὐρηλίᾳ Νόννᾳ θυγατρὶ Ἄπα Ὂλ ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν· ὁμολογῶ μεμισθῶσθαι παρὰ σοῦ τὰς ὑπαρχούσας ἀρούρας ἐν πεδίῳ Πεστα ἐν δυσὶ τοποθεσίαις ἐν μὲν τόπῳ κλήρου καλουμένου Θανεπαρχου πλησίον τῶν ἐμῶν ἀρουρῶν ἀρούρας τρεῖς καὶ ἐν πεδίῳ κλήρου καλουμένου Πλουτ ἀρούρας δύο ὁμοῦ ἀρούρας πέντε ἄρουραι ε παρέχοντός μου τοῦ μισθωσαμένου ὑπὲρ ἀποτάκτου φόρου αὐτῶν ἐνιαυσίως νομισμάτιον δίμοιρον χρυσοῦ νομισματίου 𐅷…ἀπὸ καρπῶν τῆς εἰσιούσης ὀγδόης ἰνδικτίονος ε… ἀκοιλάντως ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Μηνᾶς υἱὸς Φοιβάμμωνος ἀπὸ τῆς Ἀρσινοειτῶν πολεως εὐδοκῶ τῇδε τῇ μισθώσει ὡς πρόκειται. di emu …μίσθωσις ἀρουρῶν ε πλέον ἔλαττον ὑπὸ Αὐρηλίου Μηνᾶ υἱοῦ Φοιβάμμωνος εἰς Αὐρηλίαν Νώνναν.