Ancient Greek
Stud.Pal. 20 16
Documentary Papyri, Stud.Pal. 20 16
Not analysed yet
Τῦβι ιϛ ἐν Ἡρακλέους τῇ ὑπὲρ Μέμφιν ἑξαμάρτυρον. Ὧρος ὡς ἐτῶν λβ ἄσημος, Αἰλουρίων Δη σεσημείωμαι. ἔτους λγ Λουκίου Αἰλίου Αὐρηλίου Κομμόδου Καίσαρος τοῦ κυρίου Τῦβι ιϛ. Ὧρος Ὀννώφριος μητρὸς Τααλεξᾶτος ἀπὸ κώμης Κερκεσήφεως ὁμολογῶ ἔχειν τὸ δάνειον παρὰ Ἀμμωνίου Ἱπποδρόμου κεκοσμητευκότος Ἡρακλέους πόλεως ἀργυρίου Σεβαστοῦ νομίσματος κεφαλαίου δραχμὰς τριακοσίας τεσσαράκοντα δύο γίνονται δραχμαὶ τμβ τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον ἃς καὶ ἀποδώσω σοι τῷ μηνὶ Φαμενὼθ τοῦ ἐνεστῶτος καὶ προκειμένου ἔτους ἀνυπερθέτως τῆς πράξεώς σοι οὔσης καὶ τοῖς παρὰ σοὶ ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι παντοίων πάντων πράσσοντι καθάπερ ἐκ δίκης. Ὧρος ὁ προγεγραμμένος δεδάνεισμαι τὰς δραχμὰς τριακοσίας τεσσαράκοντα δύο καὶ ἀποδώσω ὡς πρόκιται.