Ancient Greek
Stud.Pal. 20 209
Documentary Papyri, Stud.Pal. 20 209
Not analysed yet
ἐν ὀνόματι τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καὶ τῆς δεσποίνης ἡμῶν τῆς θεοτόκου καὶ πάντων τῶν ἁγίων Φαμενὼθ γ ιγ ἰνδικτίονος ἐν Ἀρσινο τῷ θαυμασιωτάτῳ Κοσμᾷ ἐπικειμένῳ οὐσίας Στρατηγίου τοῦ πανευφήμου πατρικίου ἀπὸ τῆς Ἀρσινοϊτῶν πόλεως Αὐρήλιος Μηνᾶς υἱὸς Ἀλλῖ πλινθουργὸς ἀπὸ τῆς αὐτῆς πόλεως ἀπὸ ἀμφόδου Παρεμβολῆς χαίρειν· ἔσχον παρὰ τῆς ὑμετέρας θαυμασιότητος ὑπὲρ τιμῆς ὠμοπλίνθων μυριάδων τριῶν προσχωρούντων εἰς τὸ κτίσμα τοῦ ἐποικίου τοῦ κτιζομένου πρόσκολλα τοῦ κάτωθεν λούτρου τοῦτʼ ἔστιν τῶν γεούχων ὅ ἐστιν χρυσίου νομισμάτιον ἓν παρὰ κεράτια ἑπτὰ ἥμισυ τέταρτον χρυσίου νομισματίον α παρὰ κεράτια ζ 𐅵δ καὶ πρὸς ὑμετέραν ἀσφάλειαν ταύτην αὐτὴν πεποίημαι τὴν ἀπόδειξιν κυρίαν οὖσαν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Μηνᾶς πλινθουργὸς ὁ προκείμενος στοιχεῖ μοι ἡ ἀπόδεξις ὡς πρόκειται. di emu Cosma ἀπόδειξις ὠμοπλίνθων μυριάδων γ Αὐρηλίου Μηνᾶ πλινθουργοῦ εἰς τὸν θαυμασιώτατον Κοσμᾶν ἐπικείμενον.