Ancient Greek
Stud.Pal. 20 212
Documentary Papyri, Stud.Pal. 20 212
Not analysed yet
ἐὰν ἀληθεύει ἡ γραμματηφόρος ὅτι ἐδικάσθη μετὰ τοῦ ἀντιδίκου αὐτῆς πρὸς τὴν δίκην ἀπάλλαξον αὐτοὺς καὶ μηκέτι συγχωρήσῃς αὐτὴν προσελθεῖν μοι περὶ τούτου, ἀναγκάσῃ δὲ τὸν φύλακα προσορίζειν τὸν ἐλαιουργὸν καὶ ἀπαλλαγῆναι, μάθε δὲ καὶ περὶ τῶν φυλάκων ἐὰν οὐδέποτε ἐπεσφράγισαν κεφαλωτὰ μηδὲ ἄρτι ἐπισφραγίσωσιν· εἰ δὲ ἐπισφραγίσουσιν κατακέφαλα αὐτῶν καὶ ἔποψιν ὅτι τοῦ μείζονός εἰσιν τὰ κεφαλωτά. ἐπίδος Παμουτίῳ ἀρχισυμμάχῳ παρὰ Μηνᾶ