Ancient Greek
Stud.Pal. 20 233
Documentary Papyri, Stud.Pal. 20 233
Not analysed yet
τέσσαρας ἀρτάβας σιλιγνίων καθαρῶν εὐτρεπίσῃ μοι ἀπʼ ἑσπέρας ἡ θεοφιλία σου καὶ δέκα σιτεύσιμα καλά καὶ πεντήκοντα νεάδια καὶ δέκα στακτηρίας· ταῦτα γὰρ διὰ τῆς αὔριον θέλω λόγῳ φίλου ἀναγκαιοτάτου· εἴπῃ δὲ τῇ κυρᾷ ἵνα εὐτρεπίσῃ ἑαυτῇ ἄλλον τόπον· ἡ γὰρ κυρὰ Μαροῦς ἔρχεται ἄρτι καὶ τοὺς τόπους οὓς οἶδεν ζητῆσαι ἔχει οὕτως οὖν εἴπῃ αὐτῇ. τῷ τὰ πάντα θεοφιλεστάτῳ τιμῆς ἀξίῳ Φοιβάμμωνι διακόνῳ καὶ χαρτουλαρίῳ Ὑπάτιος