Ancient Greek
Stud.Pal. 20 28
Documentary Papyri, Stud.Pal. 20 28
Not analysed yet
ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ ἐφʼ ἱερέων τῶν ὄντων ἐν Ἀλεξανδρείᾳ καὶ τῶν ἄλλων τῶν γραφομένων κοινῶν μηνὸς Ξανδικοῦ Μεχεὶρ εἰκάδι διʼ ἐπιτηρητῶν ἀγορανομίας μερῶν μέσης Πεεναμεως τοῦ ὑπὲρ Μέμφιν Ἡρακλεοπολείτου. ὁμολογεῖ Αὐρηλία Θαῆσις Ἁτρῆτος μητρὸς Ἀύγχειος ἀπὸ κώμης Πεενπιβυκεως ὡς ἐτῶν τριάκοντα δύο μελίχρους μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Αὐρηλίου Ὥρου Ἀμμωνίου μητρὸς Ταπ…ς ἀπὸ τῆς αὐτῆς ὡς ἐτῶν πεντήκοντα …ηνι τοῦ καὶ ὑπὲρ αὐτῆς γράφοντος γράμματα μὴ εἰδυίας παρακεχωρηκέναι Αὐρηλίᾳ …Ἡρακλέους μητρὸς …ειτος …ηστου μετὰ κυρίου …υ…