Ancient Greek
Stud.Pal. 20 37
Documentary Papyri, Stud.Pal. 20 37
Not analysed yet
νβ Αὐρηλίωι Ἀπολλωνίωι βασιλικῶι γραμματεῖ Λυκοπολίτου παρὰ κληρονόμων Ταποΐτος Χεμσνέως διὰ Αὐρηλίου Κορνηλίου κτηνοτρόφου Ἑργέως ἀπεγραψάμην τῶι διεληλυθότι γ ἔτει πρόβατα τέλεια ἀριθμῶι οζ, αἶγας τελείας ἀριθμῶι ι ἃ καὶ νῦν ἀπογράφομαι πρὸς τὸ ἐνεστὸς δ ἔτος πρόβατα τέλεια ἀριθμῶι οζ αἶγας τελείας ἀριθμῶι ι νεμόμενα καταριθμησόμενα περὶ τοπαρχίαν …ιων διὰ νομέως Αὐρηλίου Ἱέρακος. ἔτους δ Αὐτοκράτορος Καίσαρος Γαίου Ἰουλίου Οὐήρου Μαξιμείνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Γερμανικοῦ Μεγίστου Δακικοῦ Μεγίστου Σαρματικοῦ Μεγίστου καὶ Γαίου Ἰουλίου Οὐήρου Μαξίμου Γερμανικοῦ Μεγίστοῦ Δακικοῦ Μεγίστου Σαρματικοῦ Μεγίστου τοῦ ἱερωτάτου Καίσαρος Σεβαστοῦ υἱοῦ τοῦ Σεβαστοῦ Μεχεὶρ δ. κληρονόμοι Ταποίτος Χεμσνέως διὰ Αὐρηλίου Κορνηλις κτηνοτρόφου.