Ancient Greek
5.23 to 5.39
Documentary Papyri, Stud.Pal. 20 5.23-39
Not analysed yet
τὰ ἔργα τῶν πατρικῶν ἀρουρῶν καὶ τοῦ ἡμίσους μέρους τῶν περὶ τὸ Μητροδώρου κλήρου ἀρουρῶ τριῶν …ἀναμετροῦντος εἰς τὸ δημόσιον τὰ ὑπὲρ αὐτῶν τελέσματα πάντα ἀπὸ τοῦ αὐτοῦ εἰσιόντος ἔτους, τῶν δὲ τοῦ λοιποῦ ἡμίσους μέρους τῶν αὐτῶν ἀρουρῶν τριῶν ἔργων καὶ δημοσίων ἐφʼ ὃν ἡ Ἀφροδίτη περίεστι χρόνον ὄντων πρὸς αὐτὴν Ἀφροδείτην καὶ αὐτῆς δὲ Ἀφροδιτοῦτος ἀκατηγόρητον ἑαυτὴν παρεχομένης ἐν τῇ συμβιώσει· ἐὰν δὲ διαφορᾶς τοῖς γαμοῦσι γενομένης χωρίζωνται ἀπʼ ἀλλήλων ἀποδότω ὁ Σουχάμμων τῇ μητρὶ Ἀφροδείτῃ ἢ μὴ περιούσης τῇ θυγατρὶ Ἀφροδιτοῦτι τὴν προκιμένην φερνὴν τὰ μὲν τοῦ χρυσίου τετάρτας δέκα τρεῖς ἐν τοῖς αὐτοῖς κοσμαρίοις ἄγουσι τὴν αὐτὴν ὁλκὴν …καὶ τὰς τοῦ ἀργυρίου δραχμὰς διακοσίας ἐπὶ μὲν τῆς ἀποπομπῆς παραχρῆμα, ἐπὶ δὲ τῆς ἑκουσίου ἀπαλλαγῆς ἐν ἡμέραις τριάκοντα τῆς πράξεως τῇ ἀνακομιζομένῃ γεινομένης καθάπερ ἐκ δίκης ἔκ τε αὐτοῦ τοῦ Σουχάμμωνος καὶ ἐξ αὐτοῦ τῶν προσόδων πασῶν καὶ λαμβανέτω ἕκαστος πρὸς ἐπιβολὴν τῶν μηνῶν τῶν τῆς συμβιώσεως καὶ ποιήσηται ἀπὸ τοῦ νῦν ὁπότε ἐὰν βούληται ἡ θυγάτηρ Ἀφροδιτοῦς διὰ τῆς τῶν ἐγκτήσεων βιβλιοθήκης τὴν ἀπογραφὴν τοῦ …καὶ τοῦ ἐπὶ Πλατείας ἡμίσους μέρους οἰκίας καὶ αὐλῆς …τῇ μητρὶ Ἀφροδίτῃ τῆς τοῦ ἡμίσους μέρους τῆς οἰκίας καὶ αὐλῆς οἰκήσεως καὶ καρπείας τῶν προγεγραμμένων ἀρουρῶν τριῶν ἐφʼ ὃν περίεστι χρόνον, τὴν δὲ προκιμένην φερνὴν καὶ τὰ προσενεχθέντα …Ἀφροδειτοῦτι δεδόσθαι ὑπʼ αὐτῆς ἐπὶ τῷ εἶναι αὐτὰ τῆς θυγατρὸς …τη τῇ θυγατρὶ ἰσομοιρίας ὧν ἐὰν ἡ μήτηρ ἀπολίπῃ ἁπλῶς πάντων καθʼ ὁνδηποτοῦν τρόπον, καθὼς πρὸς ἀλλήλους συνεφώνησαν.