Ancient Greek
Stud.Pal. 20 51
Documentary Papyri, Stud.Pal. 20 51
Not analysed yet
ὁμολογεῖ Αὐρήλιος Ἰσχυρᾶς Θεογείτονος μητρὸς Ταήσεως ἀπὸ κώμης Φνεβίη ἔχειν παρὰ Αὐρηλίου Διοσκόρου ἐξηγητεύσαντος βουλευτοῦ τῆς Ἀρσινοειτῶν πόλεως χρῆσιν πυροῦ ἀρτάβας εἴκοσι τέσσαρας ἥμισυ ὧν καὶ τὴν ἀπόδοσιν ποιήσεται ὁ Ἰσχυρᾶς τῷ Αὐρηλίῳ Διοσκόρῳ ἐν μηνὶ Φαῶφι τοῦ ἐνεστῶτος δευτέρου ἔτους τὰς τοῦ πυροῦ ἀρτάβας εἴκοσι τέσσαραςἥμισυ ἐν τῇ αὐτῇ κώμῃ μέτρῳ δρόμῳ τετραχοινίκῳ· ἐὰν δὲ μὴ ἀποδῷ ὁ Ἰσχυρᾶς τῇ προκειμένῃ προθεσμίᾳ ἐκτίσει τῷ Διοσκόρῳ τὴν ἐπὶ τοῦ καιροῦ ἐσομένην πλείστην τιμὴν τοῦ πυροῦ ἀνυπερθέτως γεινομένης αὐτῷ τῆς πράξεως ἔκ τε τοῦ Ἰσχυρᾶ καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῦ πάντων καθάθερ ἐκ δίκης καὶ ἐπερωτηθεὶς ὁ Ἰσχυρᾶς ὡμολόγησεν. Αὐρήλιος Ἰσχυρᾶς ἐτῶν μ οὐλὴ γόνατι δεξιῷ. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Κλωδίου Πουπιηνοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος Δεκίμου Καιλίου Καλουΐνου Βαλβείνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ καὶ Μάρκου Ἀντωνίου Γορδιανοῦ τοῦ ἱερωτάτου Καίσαρος Θὼθ ια. …