Ancient Greek
Stud.Pal. 20 57
Documentary Papyri, Stud.Pal. 20 57
Not analysed yet
Αὐρηλίᾳ Θερμουθαρίῳ τῇ καὶ Ἡραΐδι Ἀντινοίδι καὶ ὡς χρηματίζει διὰ Αὐρηλίου Ἀμμωνᾶ οἰκέτου …παρὰ Αὐρηλίου Ἠοῦτος Ἐπαγάθου μητρὸς Διδύμης ἀπὸ κώμης Διονυσιάδος· βούλομαι μισθώσασθαι παρὰ σοῦ τὰς ὑπαρχούσας σοι περὶ τὴν προκειμένην κώμην Διονυσιάδα ἐν τόπῳ Ψιβιστανεως λεγομένῳ σιτικὰς ἀρούρας δύο ἢ ὅσαι ἐὰν ὦσι ἐπὶ χρόνον ἔτη τέσσαρα ἀπὸ τοῦ ἐνεστῶτος ια ἔτους ἐκφορίου κατʼ ἔτος ἕκαστον πυροῦ ἀρταβῶν ἓξ καὶ ἐπιτελέσω τὰ κατʼ ἔτος ἔργα πάντα ὅσα καθήκει ἐκ τοῦ ἰδίου καὶ τὸ ἐκφόριον ἀποδώσω ἐν μηνὶ Παῦνι μέτρῳ ἕκτῳ θεοῦ τῆς κώμης καὶ μετὰ τὸν χρόνον παραδώσω τὰς ἀρούρας ἀπὸ καλάμης ἀπὸ θρύου καλάμου ἀγρώστεως δείσης πάσης ἐὰν φαίνηται μισθῶσαι. Αὐρήλιος Ἠοῦς ὡς ἐτῶν λ οὐλὴ γαστροκνημίᾳ ἀριστερᾷ. ἔτους ια τοῦ κυρίου ἡμῶν Γαλλιηνοῦ Σεβαστοῦ Φαῶφι κ.