Ancient Greek
stud.pal 20 64
Documentary Papyri, Stud.Pal. 20 64
Not analysed yet
τῇ κρατίστῃ βουλῇ Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας σεμνοτάτης καὶ λαμπροτάτης διὰ Αὐρηλίου Κορελλίου Ἀλεξάνδρου εὐθηνιαρχήσαντος γυμνασιάρχου βουλευτοῦ νεωκόρου τοῦ ἐνταῦθα μεγάλου Σαράπιδος ἱππικοῦ ἀπὸ στρατιῶν καὶ ὡς χρηματίζει ἐνάρχου πρυτάνεως παρὰ Αὐρηλίου Τούρβωνος τοῦ καὶ Ἀμμωνίου Ἀμμωνίου Τούρβωνος καὶ ὡς χρηματίζει ἐλαιοχύτου τοῦ ἐνταῦθα γυμνασίου κατὰ τὰ κελευσθέντα διʼ ὑπομνημάτων ὑπὸ τοῦ κρατίστου ἐπιστρατηγήσαντος Αὐρηλίου Τίρωνος περὶ τοῦ ὅταν ἀναλειψία γένηται προσφωνεῖν με τῇ κρατίστῃ βουλῇ. ἐπεὶ οὖν τῇ γ τοῦ ὄντος μηνὸς Ἁθὺρ ἀναλειψία ἐγένετο γυμνασιαρχοῦντος Κλαυδίου Ἰσιδωριανοῦ καὶ τῇ δ γυμνασιαρχοῦντος Αὐρηλίου Εὐδαίμονος τοῦ καὶ Ἑρμίνου καὶ θ γυμνασιαρχούντων κληρονόμων Ἡρακλίου τοῦ καὶ Ἥρωνος καὶ ιγ γυμνασιαρχοῦντος Λουκίου Δημητρίου ἀκολούθως τῷ κλήρῳ καὶ κϛ γυμνασιαρχοῦντος Οὐαλερίου Ὠνίωνος καὶ κη τοῦ αὐτοῦ μηνὸς Ἁθὺρ ἀναλειψία ἐγένετο γυμνασιαρχοῦντος Αὐρηλίου Ἀρμένου ὑπὲρ τοῦ ἀποδειχθησομένου ἀκολούθως τῷ γενομένῳ ὑπομνήματι ὑπὸ Αὐρηλίου Πλουτίωνος τοῦ κρατίστου ἀπὸ Μουσείου Φαῶφι κθ αὐτὸ τοῦτο φανερὸν ὑμῖν ποιῶ ἵνʼ εἰδῆτε. διευτυχεῖτε ἔτους ιε Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἁθὺρ λ. Αὐρήλιος Τούρβων ὁ καὶ Ἀμμώνιος ἐπιδέδωκα.