Ancient Greek
Stud.Pal. 20 82
Documentary Papyri, Stud.Pal. 20 82
Not analysed yet
Ἡρώνικος Μασκουλείνῳ υἱῷ χαίρειν. σὺ μᾶλλον ἐμοῦ ἀπὸ τῆς πόλεως ἐλθὼν οἶδας τὴν ὄχλησιν τὴν τῶν βασταγαρίων καὶ ὤφελες ἀπʼ ἐχθὲς ἐξελάσαι αὐτοὺς εἰς τὴν πόλιν. ὑπὲρ δὲ ὧν μοι ἔγραψες ἐντεῦθεν ἀποσταλήσεται εἰς τὴν πόλιν. μηδὲ ὥραν μίαν οὖν ἀναμείνῃς εἰδὼς τὴν ἀνάγκην τὴν περὶ αὐτῶν μάλιστα προσδοκουμένου τοῦ κυρίου μου καθολικοῦ ἐπιδημεῖν μέλλοντος τῇ πόλει. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις.