Ancient Greek
Stud.Pal. 20 90
Documentary Papyri, Stud.Pal. 20 90
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαυίου Κωνσταντίου καὶ Κώνσταντος τῶν λαμπροτάτων Παῧνι κα. Αὐρήλιος Αϊε Κωνκεως μητρὸς Μαρίας ἀπὸ κώμης Καμίνου κατοικῶν ἐν κώμῃ Καινῆς Αὐρηλίῳ Ἡρακλείῳ Ἀφοῦτος ἄρξαντι βουλευτῇ Ἡρακλέους πόλεως χαίρειν· ὁμολογῶ ἔχειν σοι παρʼ ἐμαυτῷ καὶ ἐποφείλειν σοι εἰς ἰδίαν μου καὶ ἀναγκαίαν χρείαν χρυσοῦ νομισμάτιον δοκίμον ἁπλοῦν ἕνα γίνεται νομισμάτιον α ὅπερ τοῦτο ἀποδώσω μηνὶ Ἐπεὶφ τοῦ ἐνεστῶτος ἔτους τεσσαρεσκαιδεκάτης ἰνδικτίονος ἀνυπερθέτως ἄνευ πάσης ἀντιλογίας τῆς πράξεώς σοι οὔσης καὶ τοῖς παρὰ σοῦ ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων παντοίων …γρα…